Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.58 Dem. 19.61 (English) >>Dem. 19.64

19.60τῷ τοῦτο δῆλον; τῇ τετράδι φθίνοντος ἠκκλησιάζετε μὲν τόθʼ ὑμεῖς ἐν Πειραιεῖ περὶ τῶν ἐν τοῖς νεωρίοις, ἧκε δὲ Δερκύλος ἐκ Χαλκίδος καὶ ἀπήγγελλεν ὑμῖν ὅτι πάντα τὰ πράγματʼ ἐγκεχείρικε Θηβαίοις Φίλιππος, καὶ πέμπτην εἶναι ταύτην ἡμέραν ἐλογίζετʼ ἀφʼ οὗ γεγόνασιν αἱ σπονδαί. ὀγδόη τοίνυν, ἑβδόμη, ἕκτη, πέμπτη, τετράς· αὐτὸ συμβαίνει εἰς ταύτην εἶναι πέμπτην. οὐκοῦν τοῖς χρόνοις, οἷς ἀπήγγελλον, οἷς ἔγραφον, πᾶσιν ἐξελέγχονται συνηγωνισμένοι Φιλίππῳ καὶ συναίτιοι γεγονότες τοῦ τῶν Φωκέων ὀλέθρου. 19.61ἔτι τοίνυν τὸ μηδεμίαν τῶν πόλεων τῶν ἐν Φωκεῦσιν ἁλῶναι πολιορκίᾳ μηδʼ ἐκ προσβολῆς κατὰ κράτος, ἀλλʼ ἐκ τοῦ σπείσασθαι πάντας ἄρδην ἀπολέσθαι, μέγιστόν ἐστι σημεῖον τοῦ διὰ τούτους πεισθέντας αὐτοὺς ὡς ὑπὸ τοῦ Φιλίππου σωθήσονται ταῦτα παθεῖν· οὐ γὰρ ἐκεῖνόν γʼ ἠγνόουν. φέρε δή μοι καὶ τὴν συμμαχίαν τὴν τῶν Φωκέων καὶ τὰ δόγμαθʼ ὑφʼ ὧν καθεῖλον αὐτῶν τὰ τείχη, ἵνʼ εἰδῆθʼ οἵων ὑπαρχόντων αὐτοῖς παρʼ ὑμῶν οἵων ἔτυχον διὰ τούτους τοὺς θεοῖς ἐχθρούς. λέγε.Συμμαχία Φωκέων καὶ Ἀθηναίων

19.62 μὲν τοίνυν ὑπῆρχε παρʼ ὑμῶν αὐτοῖς, ταῦτʼ ἐστί, φιλία, συμμαχία, βοήθεια· ὧν δʼ ἔτυχον διὰ τοῦτον τὸν βοηθῆσαι κωλύσαντα ὑμᾶς, ἀκούσατε. λέγε.Ὁμολογία Φιλίππου καὶ Φωκέων

ἀκούετʼ, ἄνδρες Ἀθηναῖοι. “ὁμολογία Φιλίππου καὶ Φωκέων,” φησίν, οὐχὶ Θηβαίων καὶ Φωκέων, οὐδὲ Θετταλῶν καὶ Φωκέων, οὐδὲ Λοκρῶν, οὐδʼ ἄλλου τῶν παρόντων οὐδενός· καὶ πάλινπαραδοῦναι δὲ τὰς πόλεις Φωκέας,” φησί, “Φιλίππῳ,” οὐχὶ Θηβαίοις οὐδὲ Θετταλοῖς οὐδʼ ἄλλῳ οὐδενί.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.58 Dem. 19.61 (English) >>Dem. 19.64

Powered by PhiloLogic